Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.182 Joseph. AJ 7.187 (English) >>Joseph. AJ 7.192

7.185πῶς γὰρ ἂν πεισθείην ἐμοί σε ταύτην ἀληθῶς δεδωκέναι τὴν χάριν αὐτοῦ σοῦ μέχρι νῦν ἐφʼ ὁμοίοις ἀπεχθανομένου τῷ παιδί; τελέως δʼ ἀνόητον εἶναι προσθεῖναι τῷ παρὰ γνώμην ἀποθανόντι υἱῷ ἄλλον ἑκουσίως.” 7.186 συνίησι δὲ βασιλεὺς ὑπόβλητον οὖσαν τὴν σκῆψιν ἐξ Ἰωάβου καὶ τῆς τούτου σπουδῆς· καὶ ἐπειδὴ παρὰ τῆς πρεσβύτιδος πυθόμενος οὕτως ἔχον τἀληθὲς ἔμαθε, προσκαλεσάμενος τὸν Ἰώαβον ἐπιτυχεῖν τε τοῦ προκειμένου κατὰ νοῦν ἔφασκε καὶ τὸν Ἀψάλωμον ἄγειν ἐκέλευεν· οὐ γὰρ ἔτι χαλεπῶς ἔχειν πρὸς αὐτόν, ἀλλʼ ἤδη τὴν ὀργὴν καὶ τὸν θυμὸν ἀφεικέναι. 7.187 δὲ προσκυνήσας τὸν βασιλέα καὶ τοὺς λόγους ἀσπασάμενος ἐξώρμησεν εἰς τὴν Γεσσούραν παραυτίκα καὶ τὸν Ἀψάλωμον παραλαβὼν ἧκεν εἰς Ἱεροσόλυμα. 7.188

Προέπεμψε δὲ βασιλεὺς πρόσθεν πρὸς τὸν υἱόν, ἤκουσε γὰρ παραγενόμενον, καὶ πρὸς ἑαυτὸν ἐκέλευσε χωρεῖν· οὔπω γὰρ οὕτως ἔχειν ὥστʼ εὐθὺς ἰδεῖν κατελθόντα. καὶ μὲν τοῦτο τοῦ πατρὸς κελεύσαντος ἐξέκλινε τὴν ὄψιν αὐτοῦ καὶ διετέλει τῆς παρὰ τῶν οἰκείων θεραπείας τυγχάνων. 7.189οὐκ ἐπιβέβλαπτο δʼ εἰς τὸ κάλλος ὑπό τε τῆς λύπης καὶ τοῦ μὴ τυγχάνειν τῆς προσηκούσης ἐπιμελείας υἱῷ βασιλέως, ἀλλʼ ἔτι γὰρ ἐξεῖχε καὶ διέπρεπε πᾶν τῷ τε εἴδει καὶ τῷ μεγέθει τοῦ σώματος καὶ τοὺς ἐν πολλῇ τρυφῇ διαιτωμένους ὑπερέβαλλε. τοσοῦτον μέντοι γε ἦν τὸ βάθος τῆς κόμης, ὡς μόλις αὐτὴν ἡμέραις ἀποκείρειν ὀκτὼ σταθμὸν ἕλκουσαν σίκλους διακοσίους· οὗτοι δʼ εἰσὶ πέντε μναῖ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.182 Joseph. AJ 7.187 (English) >>Joseph. AJ 7.192

Powered by PhiloLogic